Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.173 Joseph. BJ 2.178 (English) >>Joseph. BJ 2.184

2.176 δέ, προῄδει γὰρ αὐτῶν τὴν ταραχήν, τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους ἐσθῆσιν ἰδιωτικαῖς κεκαλυμμένους ἐγκαταμίξας καὶ ξίφει μὲν χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκραγότας ἐγκελευσάμενος σύνθημα δίδωσιν ἀπὸ τοῦ βήματος. 2.177τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ὑπὸ τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ καταπατηθέντες ἀπώλοντο. πρὸς δὲ τὴν συμφορὰν τῶν ἀνῃρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.

-- --

2.178

Κἀν τούτῳ κατήγορος Ἡρώδου τοῦ τετραρχοῦντος Ἀγρίππας υἱὸς Ἀριστοβούλου, ὃν πατὴρ Ἡρώδης ἀπέκτεινεν, παραγίνεται πρὸς Τιβέριον. τοῦ δὲ μὴ προσδεξαμένου τὴν κατηγορίαν μένων ἐπὶ Ῥώμης τούς τε ἄλλους τῶν γνωρίμων ἐθεράπευεν καὶ μάλιστα τὸν Γερμανικοῦ παῖδα Γάιον ἰδιώτην ἔτι ὄντα. 2.179καὶ δή ποτε ἑστιῶν αὐτὸν τά τε ἄλλα ποικίλως ἐφιλοφρονεῖτο καὶ τελευταῖον τὰς χεῖρας ἀνατείνας φανερῶς ηὔξατο θᾶττον αὐτὸν θεάσασθαι τῶν ὅλων δεσπότην ἀποθανόντος Τιβερίου. 2.180τοῦτό τις τῶν οἰκετῶν αὐτοῦ διαγγέλλει τῷ Τιβερίῳ, καὶ ὃς ἀγανακτήσας εἵργνυσιν τὸν Ἀγρίππαν καὶ μετʼ αἰκίας εἶχεν αὐτὸν ἐπὶ μῆνας ἓξ ἐν δεσμωτηρίῳ, μέχρις αὐτὸς ἐτελεύτησεν ἡγεμονεύσας ἔτη δύο πρὸς τοῖς εἴκοσι καὶ τρεῖς ἡμέρας ἐπὶ μησὶν ἕξ. 2.181

Ἀποδειχθεὶς δὲ Γάιος Καῖσαρ ἀνίησίν τε τῶν δεσμῶν τὸν Ἀγρίππαν καὶ τῆς Φιλίππου τετραρχίας, θνήσκει γὰρ οὗτος, καθίστησι βασιλέα. παραγενόμενος δὲ εἰς τὴν ἀρχὴν Ἀγρίππας φθόνῳ τὰς Ἡρώδου τοῦ τετράρχου διήγειρεν ἐπιθυμίας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.173 Joseph. BJ 2.178 (English) >>Joseph. BJ 2.184

Powered by PhiloLogic